Οι προπάτορες του Ιησού

1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ,υἱοῦ Ἀβραάμ.

1 Γενεαλογικός κατάλογος του Ιησού Χριστού, απογόνου του Δα­βίδ,ο οποίος ήταν απόγονος του Αβραάμ.

2 Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 2 Ο Αβραάμ εγέννησε τον Ισαάκ, ο Ισαάκ εγέννησε τον Ιακώβ, ο Ιακώβ εγέννησε τον Ιούδα και τους αδερφούς του.
3 Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, 3 Ο Ιούδας εγέννησε τον Φαρές και τον Ζαρά με τη Θάμαρ. Ο Φαρές εγέννησε τον Εσ­ρώμ και ο Εσρώμ τον Αράμ.
4 Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, 4 Ο Αράμ εγέννησε τον Αμιναδάβ, ο Αμι­ναδάβ τον Ναασών και ο Ναασών τον Σαλμών.
5 Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, 5 Ο Σαλμών εγέννησε τον Βοόζ με τη Ραχάβ, ο Βοόζ εγέννησε τον Ωβήδ με τη Ρουθ. Ο Ωβήδ εγέννησε τον Ιεσσαί
6 Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, 6 κι ο Ιεσσαί γέννησε τον Δαβίδ το βασιλιά.Ο βασιλιάς Δαβίδ εγέννησε τον Σολομώντα με τη γυναίκα του Ουρία·
7 Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά, 7 ο Σολομών εγέννησε τον Ροβοάμ, ο Ροβοάμ τον Αβιά, ο Αβιά τον Ασά·
8 Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, 8 ο Ασά εγέννησε τον Ιωσαφάτ, ο Ιωσαφάτ τον Ιωράμ, ο Ιωράμ τον Οζία·
9 Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, 9 ο Οζίας εγέννησε τον Ιωάθαμ, ο Ιωάθαμ τον Άχαζ, ο Άχαζ τον Εζεκία·

10 Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν,

10 ο Εζεκίας εγέννησε τον Μανασσή, ο Μανασσής τον Αμών, ο Αμών τον Iωσία·
 11 Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 11 ο Ιωσίας εγέννησε τον Ιεχονία και τους αδερφούς του την εποχή της αιχμαλωσίας στη Βαβυλώνα.
 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, 12 Μετά την αιχμαλωσία στη Βαβυλώνα, ο Ιεχονίας εγέννησε τον Σαλαθιήλ και ο Σαλαθιήλ το Ζοροβάβελ·
 13 Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, 13 ο Ζοροβάβελ εγέννησε τον Αβιούδ, ο Αβιούδ τον Ελιακίμ, ο Ελιακίμ τον Αζώρ·
 14 Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, 14 ο Αζώρ εγέννησε τον Σαδώκ, ο Σαδώκ τον Αχίμ και ο Αχίμ τον Ελιούδ·
 15 Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, 15 ο Ελιούδ εγέννησε τον Ελεάζαρ, ο Ελεάζαρ τον Ματθάν, ο Ματθάν τον Ιακώβ,
 16 Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. 16 και ο Ιακώβ εγέννησε τον Ιωσήφ τον άντρα της Μαρίας. Από τη Μαρία γεννήθηκε ο Ιησούς, ο λεγόμενος Χριστός.
 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 17 Από τον Αβραάμ ως τον Δαβίδ μεσολαβούν δεκατέσσερις γενιές, το ίδιο κι από τον Δαβίδ ως τη αιχμαλωσία στη Βαβυλώνα, καθώς κι από την αιχμαλωσία στη Βαβυλώνα ως το Χριστό.

Η Γέννηση του Ιησού Χριστού 

 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.  18 Η γέννηση του Ιησού Χριστού έγινε ως εξής: Η μητέρα του, η Μαρία, αρραβωνιάστηκε με τον Ιωσήφ. Προτού όμως συνευρεθούν, έμεινε έγκυος με τη δύναμη του Αγίου Πνεύματος.
19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.  19 Ο μνηστήρας της ο Ιωσήφ, επειδή ήταν ευσεβής και δεν ήθελε να τη διαπομπεύσει, αποφάσισε να διαλύσει τον αρραβώνα, χωρίς την επίσημη διαδικα­σία.
20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· 20 Όταν όμως κατέληξε σ’ αυτή τη σκέψη, τού εμφανίστηκε στον ύπνο του ένας άγγελος σταλμένος από το Θεό και του είπε: «Ιωσήφ, απόγονε του Δαβίδ, μη διστάσεις να πάρεις στο σπίτι σου τη Μαριάμ, τη γυναίκα σου, γιατί το παιδί που περιμένει προέρχεται από το Άγιο Πνεύμα.
 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 21 Θα γεννήσει γιο, και θα του δώσεις το όνομα Ιησούς, γιατί αυτός θα σώσει το λαό του από τις αμαρτίες του».
 22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος·  22 Με όλα αυτά που έγιναν, εκπληρώθηκε ο λόγος του Κυρίου, που είχε πει ο προφήτης:
 23 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός.  23 Να, η παρθένος θα μείνει έγκυος και θα γεννήσει γιο, και θα του δώσουν το όνομα Εμμανουήλ, που σημαίνει, ο Θεός είναι μαζί μας
24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ,  24 Όταν ξύπνησε ο Ιωσήφ, έκανε όπως τον πρόσταξε ο άγγελος του Κυρίου και πήρε στο σπίτι του τη Μαρία τη γυναίκα του.
25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 25 Και δεν είχε συζυγικές σχέσεις μαζί της ωσότου γέννησε το γιο της τον πρωτότοκο και του έδωσε το όνομα Ιησούς.